Το μήνυμα ημέρας

Ξέρετε, αλήθεια, τι σημαίνει αιωνιότητα;

«Σημαίνει αρχή χωρίς τέλος. Θα υπάρχει χωρίς να σταματάει ποτέ! Αυτό είναι η αιωνιότητα! Όλοι οι αιώνες, απ’ την αρχή μέχρι τη συντέλεια του κόσμου, είναι μπροστά της ότι ένα μικρό σημείο στο σύμπαν, ή ένα λεπτό σ’ ένα εκατομμύριο χρόνια ή, για να μιλήσουμε σωστότερα, ένα τίποτα. Αυτό είναι η αιωνιότητα!». 

 

Απαντήσεις σε Τελετουργικά Θέματα

Εκκλησιαστική Επικαιρότητα

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Β'

Κεφάλαιο 1

1.1 ῾Ο πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 1.2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 1.3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη  παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 1.4 ᾿Εχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 1.5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 1.6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 1.7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες ᾿Ιησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 1.8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 1.9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 1.10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 1.11  ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. 1.12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 1.13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.

 


Εκτύπωση   Email

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 128 επισκέπτες

Εμφανίσεις Άρθρων
5448013

Copyright © 2023 Πρωτοπρεσβύτερος Χρήστος Πυτιρίνης. Με την επιφύλαξη παντός δικαιώματος. 

Δημιουργία ιστοτόπου: CJ web Services & Eshop

grafiko 2

Search